Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.204 Joseph. AJ 18.208 (English) >>Joseph. AJ 18.214

18.206ἦσαν δʼ αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι· Δροῦσος γὰρ δὴ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς· υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιός τε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίας τε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳ τε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν· 18.207ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι. 18.208ἐξ ὧν οὐ μόνον δῆμος καὶ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες. 18.209πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι· 18.210οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν. 18.211

δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπʼ αὐτοῖς ἀποφανούμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.204 Joseph. AJ 18.208 (English) >>Joseph. AJ 18.214

Powered by PhiloLogic